Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.196 Dem. 19.198 (English) >>Dem. 19.201

19.197ταύτην τὸ μὲν πρῶτον οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν ἠνάγκαζον οὗτοί μοι δοκεῖ, ὡς διηγεῖτʼ Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ· ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο, κατακλίνεσθαι καί τι καὶ ᾄδειν ἐκέλευον. ἀδημονούσης δὲ τῆς ἀνθρώπου καὶ οὔτʼ ἐθελούσης οὔτʼ ἐπισταμένης, ὕβριν τὸ πρᾶγμʼ ἔφασαν οὑτοσὶ καὶ Φρύνων καὶ οὐκ ἀνεκτὸν εἶναι, τῶν θεοῖς ἐχθρῶν, τῶν ἀλειτηρίων Ὀλυνθίων αἰχμάλωτον οὖσαν τρυφᾶν· καὶκάλει παῖδα,” καὶἱμᾶντά τις φερέτω.” ἧκεν οἰκέτης ἔχων ῥυτῆρα, καὶ πεπωκότων, οἶμαι, καὶ μικρῶν ὄντων τῶν παροξυνόντων, εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης περιρρήξας τὸν χιτωνίσκον οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς. 19.198ἔξω δʼ αὑτῆς οὖσʼ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος γυνή, ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ, καὶ τὴν τράπεζαν ἀνατρέπει. καὶ εἰ μὴ ʼκεῖνος ἀφείλετο, ἀπώλετʼ ἂν παροινουμένη· καὶ γὰρ παροινία τοῦ καθάρματος τουτουὶ δεινή. καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις, καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω, καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ.

19.199καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς, καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλʼ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ· ἐφʼ οἷς ἔγωγʼ ἀποπνίγομαι. οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ, καὶ παῖδʼ ὄντʼ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.196 Dem. 19.198 (English) >>Dem. 19.201

Powered by PhiloLogic